Direct reading · Original
Book 2 · lines 369–383
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
369τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·
370ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
371αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
372τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·
373τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
374χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
375ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,
376ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
377καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης
378ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·
379εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα
380Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.
381νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
382εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,
383εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,