Direct reading · Original
Book 2 · lines 511–526
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
511οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,
512τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
513οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
514παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
515Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·
516τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
517αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
518υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
519οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
520Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
521οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
522οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
523οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·
524τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
525οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
526Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.