Direct reading · Original
Book 2 · lines 615–630
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
615οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
616ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
617πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
618τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ
619νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.
620τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
621υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·
622τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
623τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
624υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
625οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων
626νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
627τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
628Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
629ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·
630τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.