Direct reading · Original
Book 2 · lines 780–795
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
780οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·
781γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
782χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
783εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·
784ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
785ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.
786Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
787πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·
788οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
789πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·
790ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·
791εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
792ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
793τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
794δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·
795τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·