Direct reading · Original
Book 2 · lines 819–834
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
819Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
820Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
821Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
822οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
823Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
824οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
825ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
826Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
827Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
828οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ
829καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
830τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
831υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων
832ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε
833στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι
834πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.