Ἠθικὰ Νικομάχεια

Ἀριστοτέλης

Original language · as published

Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις, ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ· διὸ καλῶς ἀπεφήναντο τἀγαθόν, οὗ πάντ’ ἐφίεται.

Διαφορὰ δέ τις εὑρίσκεται τῶν τελῶν· τὰ μὲν γάρ εἰσιν ἐνέργειαι, τὰ δ’ ἔργα τινὰ παρὰ τὰς ἐνεργείας. ὅπου δὲ τέλη τινὰ παρὰ τὰς πράξεις εἰσίν, ἐνταῦθα τὰ ἔργα φύσει βελτίω τῶν ἐνεργειῶν ἐστίν.

ἐπειδὴ δὲ πολλαὶ πράξεις εἰσὶ καὶ τέχναι καὶ ἐπιστῆμαι, πολλὰ γίνεται καὶ τὰ τέλη· ἰατρικῆς μὲν γὰρ ὑγίεια, ναυπηγικῆς δὲ πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος.

ὅσαι δ’ εἰσὶν αἱ τοιαῦται ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ ὑπὸ τὴν ἱππικὴν χαλινοποιικὴ καὶ αἱ ἄλλαι ὅσαι τῶν ἱππικῶν ὀργάνων εἰσίν, αὕτη δ’ αὖ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ τὴν στρατηγικήν, τὸν αὐτὸν δὲ τρόπον ἄλλαι ὑπ’ ἄλλας· ἐν ἁπάσαις δὲ ταῖς τοιαύταις τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάντων τῶν ὑπ’ αὐτὰ τέλων αἱρετώτερά ἐστιν· τούτων γὰρ χάριν κἀκεῖνα διώκεται.

οὐδὲν δὲ διαφέρει τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη ἢ παρ’ αὐτὰς ἄλλο τι, καθάπερ ἐπὶ τῶν εἰρημένων ἐπιστημῶν.

εἰ δέ τι τέλος ἐστὶ τῶν πρακτῶν ὃ δι’ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα δι’ ἄλλο αἱρούμεθα—πρόεισι γὰρ οὕτω γ’ εἰς ἄπειρον, ὥστ’ εἶναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν—δῆλον ὡς τοῦτ’ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον.

ἆρ’ οὖν οὐ καὶ πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπήν, καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος; εἰ δ’ οὕτω, πειρατέον τύπῳ γε περιλαβεῖν τί ποτ’ ἐστὶ καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων.

φαίνεται δὲ τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς. τοιαύτη δ’ ἡ πολιτικὴ φαίνεται· τίνας γὰρ εἶναι δεῖ τῶν ἐπιστημῶν ἐν ταῖς πόλεσι, καὶ ποίας ἕκαστοι μανθάνειν καὶ μέχρι τίνος, αὕτη διατάττει· ὁρῶμεν δὲ καὶ τὰς ἐντιμοτάτας τῶν δυνάμεων ὑπὸ ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν.

χρωμένη δὲ ταῖς λοιπαῖς τῶν πρακτικῶν ἐπιστημῶν, ἔτι δὲ νομοθετοῦσα τί δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων, ὥστ’ εἴη ἂν τοῦτ’ ἀνθρώπινον ἀγαθόν.

εἰ γὰρ καὶ ταὐτὸν ἑκάστῳ καὶ πόλει, μεῖζόν γε καὶ τελειότερον τὸ τῆς πόλεως φαίνεται καὶ λαβεῖν καὶ σώζειν· ἀγαπητὸν μὲν γὰρ καὶ ἑνὶ μόνῳ, κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν. τούτων δὴ ζητεῖ ἡ μέθοδος, πολιτική τις οὖσα.