Direct reading · Original
Book 9 · section 10
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ἆρʼ οὖν ὡς πλείστους φίλους ποιητέον, ἢ καθάπερ ἐπὶ τῆς ξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ μήτε πολύξεινος μήτʼ ἄξεινος, καὶ ἐπὶ τῆς φιλίας ἁρμόσει μήτʼ ἄφιλον εἶναι μήτʼ αὖ πολύφιλον καθʼ ὑπερβολήν; τοῖς μὲν δὴ πρὸς χρῆσιν κἂν πάνυ δόξειεν ἁρμόζειν τὸ λεχθέν· πολλοῖς γὰρ ἀνθυπηρετεῖν ἐπίπονον, καὶ οὐχ ἱκανὸς ὁ βίος αὐτὸ τοῦτο πράττειν. οἱ πλείους δὴ τῶν πρὸς τὸν οἰκεῖον βίον ἱκανῶν περίεργοι καὶ ἐμπόδιοι πρὸς τὸ καλῶς ζῆν· οὐθὲν οὖν δεῖ αὐτῶν. καὶ οἱ πρὸς ἡδονὴν δὲ ἀρκοῦσιν ὀλίγοι, καθάπερ ἐν τῇ τροφῇ τὸ ἥδυσμα. τοὺς δὲ σπουδαίους πότερον πλείστους κατʼ ἀριθμόν, ἢ ἔστι τι μέτρον καὶ φιλικοῦ πλήθους, ὥσπερ πόλεως; οὔτε γὰρ ἐκ δέκα ἀνθρώπων γένοιτʼ ἂν πόλις, οὔτʼ ἐκ δέκα μυριάδων ἔτι πόλις ἐστίν.