Direct reading · Original
Book 10 · section 6
Passage 1 of 5 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
εἰρημένων δὲ τῶν περὶ τὰς ἀρετάς τε καὶ φιλίας καὶ ἡδονάς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν, ἐπειδὴ τέλος αὐτὴν τίθεμεν τῶν ἀνθρωπίνων. ἀναλαβοῦσι δὴ τὰ προειρημένα συντομώτερος ἂν εἴη ὁ λόγος. εἴπομεν δὴ ὅτι οὐκ ἔστιν ἕξις· καὶ γὰρ τῷ καθεύδοντι διὰ βίου ὑπάρχοι ἄν, φυτῶν ζῶντι βίον, καὶ τῷ δυστυχοῦντι τὰ μέγιστα. εἰ δὴ ταῦτα μὴ ἀρέσκει, ἀλλὰ μᾶλλον εἰς ἐνέργειάν τινα θετέον, καθάπερ ἐν τοῖς πρότερον εἴρηται, τῶν δʼ ἐνεργειῶν αἳ μέν εἰσιν ἀναγκαῖαι καὶ διʼ ἕτερα αἱρεταὶ αἳ δὲ καθʼ αὑτάς, δῆλον ὅτι τὴν εὐδαιμονίαν τῶν καθʼ αὑτὰς αἱρετῶν τινὰ θετέον καὶ οὐ τῶν διʼ ἄλλο· οὐδενὸς γὰρ ἐνδεὴς ἡ εὐδαιμονία ἀλλʼ αὐτάρκης. καθʼ αὑτὰς δʼ εἰσὶν αἱρεταὶ ἀφʼ ὧν μηδὲν ἐπιζητεῖται παρὰ τὴν ἐνέργειαν.