Direct reading · Original
Book 2 · section 7
Passage 1 of 8 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
δεῖ δὲ τοῦτο μὴ μόνον καθόλου λέγεσθαι, ἀλλὰ καὶ τοῖς καθʼ ἕκαστα ἐφαρμόττειν. ἐν γὰρ τοῖς περὶ τὰς πράξεις λόγοις οἱ μὲν καθόλου κοινότεροί εἰσιν, οἱ δʼ ἐπὶ μέρους ἀληθινώτεροι· περὶ γὰρ τὰ καθʼ ἕκαστα αἱ πράξεις, δέον δʼ ἐπὶ τούτων συμφωνεῖν. ληπτέον οὖν ταῦτα ἐκ τῆς διαγραφῆς. περὶ μὲν οὖν φόβους καὶ θάρρη ἀνδρεία μεσότης· τῶν δʼ ὑπερβαλλόντων ὁ μὲν τῇ ἀφοβίᾳ ἀνώνυμος (πολλὰ δʼ ἐστὶν ἀνώνυμα), ὁ δʼ ἐν τῷ θαρρεῖν ὑπερβάλλων θρασύς, ὁ δʼ ἐν τῷ μὲν φοβεῖσθαι ὑπερβάλλων τῷ δὲ θαρρεῖν ἐλλείπων δειλός. περὶ ἡδονὰς δὲ καὶ λύπας—οὐ πάσας, ἧττον δὲ †καὶ† περὶ τὰς λύπας—μεσότης μὲν σωφροσύνη, ὑπερβολὴ δὲ ἀκολασία.