Direct reading · Original
Book 1 · section 2
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
εἰ δή τι τέλος ἐστὶ τῶν πρακτῶν ὃ διʼ αὑτὸ βουλόμεθα, τἆλλα δὲ διὰ τοῦτο, καὶ μὴ πάντα διʼ ἕτερον αἱρούμεθα (πρόεισι γὰρ οὕτω γʼ εἰς ἄπειρον, ὥστʼ εἶναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτʼ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον. ἆρʼ οὖν καὶ πρὸς τὸν βίον ἡ γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπήν, καὶ καθάπερ τοξόται σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος; εἰ δʼ οὕτω, πειρατέον τύπῳ γε περιλαβεῖν αὐτὸ τί ποτʼ ἐστὶ καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. δόξειε δʼ ἂν τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς.