Παρὰ τοῦ πάππου Οὐήρου τὸ χρηστὸν καὶ ἀόργητον.
Παρά τε τῆς φήμης καὶ τῆς μνήμης τοῦ γεννήσαντος αἰδῶ καὶ ἀνδρείας ἰδέαν.
Παρὰ τῆς μητρὸς τὸ θεοσεβὲς καὶ μεταδοτικὸν καὶ τὸ ἀπέχεσθαι οὐ μόνον τοῦ κακοποιεῖν ἀλλὰ καὶ τοῦ ἐννοεῖν· ἔτι δὲ καὶ δίαιταν λιτὴν καὶ πόρρω τῆς τῶν πλουσίων διαίτης.
Παρὰ τοῦ προπάππου τὸ μὴ εἰς δημόσιας σχολὰς φοιτῆσαι, ἀγαθοῖς δὲ κατ’ οἶκον διδασκάλοις χρῆσθαι, καὶ γνῶναι ὅτι δεῖ εἰς τὰ τοιαῦτα δαψιλῶς ἀναλίσκειν.
Παρὰ τοῦ παιδαγωγοῦ τὸ μήτε Πράσινον μήτε Βένετον φιλοθεατῆσαι, μήτε Παρμουλάριον μήτε Σκουτάριον ἐν τοῖς μονομάχοις· καὶ τὸ φιλοπόνηρον καὶ ὀλιγοδεὲς καὶ αὐτουργὸν καὶ ἀπερίεργον καὶ τὸ ἀνώτιον εἶναι πρὸς διαβολήν.
Παρὰ Διογνήτου τὸ μὴ ματαιοπονῆσαι, καὶ μὴ πιστεύειν τοῖς περὶ γοητειῶν καὶ φυλακτηρίων τερατεύμασιν ἢ περὶ καταδέσμων δαιμόνων ἐκβολῆς καὶ τῶν τοιούτων· καὶ τὸ μὴ ὀρτυγοτροφεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἀσχολεῖσθαι· καὶ τὸ ἀνεκτικὸν εἶναι παρρησίας, καὶ τὸ οἰκειωθῆναι φιλοσοφίᾳ, καὶ τὸ πρῶτον μὲν Βακχείῳ, εἶτα Τανδάσιδι καὶ Μαρκιανῷ παρακαθίσαι, καὶ τὸ παιδὸς ἔτι ὄντος τραγικὰ καὶ διαλογικὰ γράψαι, καὶ τὸ ἐφεῖσθαι τῆς σκηνῆς καὶ τῶν διφθερῶν καὶ τῶν τοιούτων ἐσχηματισμένων.
Παρά τε Ῥουστίκου τὸ λαβεῖν ἔννοιαν τοῦ δεῖν ἐπανόρθωσιν καὶ θεραπείαν τοῦ ἤθους, καὶ μὴ ἐκτραπέσθαι ἐπὶ τὴν σοφιστικὴν φιλοτιμίαν, μηδὲ συγγράμματα θεωρητικὰ γράφειν ἢ παραίνεσιν μικρολόγον ἀποτείνειν ἢ τὸν ἀσκητικὸν ἄνδρα ἢ εὐεργέτην πρὸς ἐπίδειξιν φαντάζειν· καὶ τὸ ἀφελέσθαι ῥητορικὴν καὶ ποιητικὴν καὶ ἁβρότητα λόγου, καὶ μὴ περιπατεῖν ἐν τῇ οἰκίᾳ ἐν στολῇ, μηδὲ τἆλλα τὰ τοιαῦτα ποιεῖν· καὶ τὸ γράφειν ἁπλῶς τὰ γράμματα, οἷον καὶ αὐτὸς ἔγραφεν ἀπὸ Σινοέσσης τῇ μητρὶ μου· καὶ τὸ εὐπαράκλητον εἶναι καὶ εὐδιάλλακτον πρὸς τοὺς παροξύντας ἢ πλημμελοῦντας, ἐπειδὰν ἅπαξ ἐθέλωσιν ἐπανελθεῖν· καὶ τὸ ἀκριβῶς ἀναγινώσκειν καὶ μὴ ἀρκεῖσθαι ταῖς κατὰ σύνοψιν ἐπιβολαῖς, καὶ τὸ μὴ ταχέως συγκατατίθεσθαι τοῖς ἀδολεσχοῦσιν· καὶ τὸ ἐντυχεῖν τοῖς Ἐπικτήτου ὑπομνήμασιν, ὧν μετέδωκέν μοι ἐκ τῆς ἰδίας αὐτοῦ βιβλιοθήκης.
Παρὰ Ἀπολλωνίου τὸ ἐλεύθερον καὶ ἀπαραλόγιστον καὶ πρὸς μηδὲν ἄλλο ἀποβλέπειν, οὐδὲ πρὸς βραχὺ, ἢ λόγον, καὶ τὸ ὁμοίως ἔχειν ἐν ὀξέσι πόναις καὶ ἀπωλείᾳ παιδίου καὶ μακραῖς νόσοις, καὶ τὸ ἐναργῶς θεωρῆσαι ἐν ζῶντι παραδείγματι ὅτι ἐνδέχεται τὸν αὐτὸν καὶ σφόδρα ἀκαμπτῆ εἶναι καὶ ἐπιεικῆ· καὶ τὸ μὴ δυσχεραίνειν ἐπὶ τοῖς ἀμβλυτέρως παραδιδόσι τὰ θεωρήματα· καὶ φανερῶς ἰδεῖν ὅτι ἥκιστα τὴν περὶ τὰς ἐμπειρίας καὶ μεταδόσεις τῶν θεωρημάτων δύναμιν ὡς ἀρετὴν ἢ πλεονέκτημα τίθεται· καὶ τὸ λαβεῖν πῶς δεῖ παρὰ φίλων τὰ λεγόμενα χαρίσματα δέχεσθαι, μήτε ταπεινούμενον μήτε ἀπεριόπτως ἀμελοῦντα.
Παρὰ Σέξτου τὸ εὐμενές, καὶ οἴκου πατρικοῦ παράδειγμα διοικουμένου, καὶ ἔννοιαν τοῦ κατὰ φύσιν ζῆν, καὶ τὸ σεμνὸν ἀπλάστως, καὶ τὸ ἐπιμελητικὸν ἀπαρατηρήτως τῶν φίλων, καὶ τὸ ἀνεκτικὸν τῶν ἰδιωτῶν καὶ τῶν ἀλογίστως δοξαζόντων, καὶ τὸ πᾶσιν ἁρμόζεσθαι, ὡς τὴν συνουσίαν αὐτοῦ τιμιωτέραν εἶναι πάσης κολακείας καὶ ἅμα αἰδεσιμώτατον αὐτὸν τοῖς συγχρόνοις ἐν ἐκείνοις τοῖς καιροῖς· καὶ τὸ εὑρετικὸν καὶ μεθοδικὸν τοῦ τὰ πρὸς τὸν βίον ἀναγκαῖα νοεῖν καὶ τάσσειν· καὶ τὸ μηδέποτε ὑπόνοιαν ὀργῆς ἢ ἄλλου πάθους ἐμφῆναι, ἀλλ’ ὁμοῦ καὶ ἀπαθέστατον εἶναι καὶ στοργικώτατον· καὶ τὸ ἐπαινεῖν ἀθορύβως, καὶ πολυμαθῆ εἶναι ἀνεπιδείκτως.
Παρὰ Ἀλεξάνδρου τοῦ γραμματικοῦ τὸ ἀνεπίπληκτον, καὶ μὴ ὀνειδιστικῶς ἐπέρχεσθαι τοῖς σολοικίζουσιν ἢ βαρβαρίζουσιν ἢ ἀηχῶς προφερομένοις, ἀλλ’ εὐστόχως αὐτὸ αὐτὸ ἐκεῖνο ὃ δεῖ ἐκφέρειν διὰ τῆς ἀποκρίσεως ἢ διὰ τῆς πρὸς αὐτὸ τὸ πρᾶγμα συσκέψεως ἢ συμβολῆς ἄλλης εὐκαίρου μνείας, οὐχὶ τοῦ ῥήματος, ἢ δι’ ἄλλης τινὸς τοιαύτης εὐσχήμονος ὑποθέσεως.
Παρά Φρόντωνος ἰδεῖν τὸν φθόνον καὶ ποικιλίαν καὶ ὑπόκρισιν, ὅση τυραννικὴ φύσις, καὶ ὅτι ὅλως οἱ παρ’ ἡμῖν λεγόμενοι εὐπατρῖδαι ἐνίοτε ἀστοργότεροί εἰσιν.
Παρά Ἀλεξάνδρου τοῦ Πλατωνικοῦ τὸ μὴ θαμίζοντα λέγειν ἢ γράφειν πρός τινα ὅτι ἀσχολῶ, μηδὲ διὰ τούτου ἀεὶ παραιτεῖσθαι τὰ πρὸς τοὺς συνοικοῦντας ἢ συγγενεῖς ἢ φίλους καθήκοντα διὰ τὰ ἐνεστῶτα πράγματα.