Τρῳάδες
Εὐριπίδης
English title: The Trojan Women
English author: Euripides
Original text: Perseus Digital Library · Τρῳάδες; editor: Gilbert Murray; TEI edition year: 1913
Choose a view. Your choice stays with you as you move through the work.
Reference: Smyth's Greek Grammar — Hosted by the Perseus Digital Library (public domain).
Choose a book to open it immediately.
Find a section
Jump to the beginning or end of a source-backed book or chapter.
Current position: Book 1 · section 1 of 1 · end
Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός. ἐξ οὗ γὰρ ἀμφὶ…
ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον, λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;…
ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή· ἐπάειρε δέρην· οὐκέτι Τροία τάδε καὶ βασιλῆς ἐσμεν Τροίας. μεταβαλλομένου δαίμονος ἀνέχου. πλεῖ κατὰ…
πρῷραι ναῶν, ὠκείαις Ἴλιον ἱερὰν αἳ κώπαις διʼ ἅλα πορφυροειδέα καὶ λιμένας Ἑλλάδος εὐόρμους αὐλῶν παιᾶνι στυγνῷ συρίγγων…
Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις; ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων ἄιον οἴκτους οὓς οἰκτίζῃ. διὰ δὲ…
οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον τάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα, βασίλεια, σέθεν· μή με κτείνειν δόξʼ Ἀργείων κεῖται μελέαν; ἢ κατὰ…
αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις τὰν σὰν λύμαν ἐξαιάζεις; οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα δινεύουσʼ ἐξαλλάξω. νέατον τεκέων σώματα…
τὰν Πηνειοῦ σεμνὰν χώραν, κρηπῖδʼ Οὐλύμπου καλλίσταν, ὄλβῳ βρίθειν φάμαν ἤκουσʼ εὐθαλεῖ τʼ εὐκαρπείᾳ· τάδε δεύτερά μοι μετὰ…
καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς κῆρυξ, νεοχμῶν μύθων ταμίας, στείχει ταχύπουν ἴχνος ἐξανύων. τί φέρει; τί λέγει;…
αἰαῖ, τόδε τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι. ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος. αἰαῖ, τίνʼ…
ἒ ἔ. ἄρασσε κρᾶτα κούριμον, ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν. ἰώ μοί μοι. μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν, πολεμίῳ…
τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει; ἴτʼ, ἐκκομίζειν…
Ἄνεχε· πάρεχε. φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού — λαμπάσι τόδʼ ἱερόν. ὦ Ὑμέναιʼ ἄναξ· μακάριος…
βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην, μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν; Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,…
Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος, ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ, νεκροί γʼ ἐς οἴκους…
ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, οἱ περὶ τυράννους καὶ πόλεις…
ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους; στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα. ἦ κακὸς κακῶς ταφήσῃ…
Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει; οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί, γραῖαν πεσοῦσαν;…
μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ. ἀμφί μοι Ἴλιον, ὦ Μοῦσα, καινῶν ὕμνων ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον·…
δόλιον ἔσχον ἄταν. πᾶσα δὲ γέννα Φρυγῶν πρὸς πύλας ὡρμάθη, πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων καὶ Δαρδανίας…
ἄκος ἔδωκεν ὕπνῳ. ἐγὼ δὲ τὰν ὀρεστέραν τότʼ ἀμφὶ μέλαθρα παρθένον Διὸς κόραν ἐμελπόμαν χοροῖσι· φοινία δʼ ἀνὰ…
Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην; παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις. ποῖ…
Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν. οἴμοι. τί παιᾶνʼ ἐμὸν στενάζεις; αἰαῖ — τῶνδʼ ἀλγέων — ὦ Ζεῦ — καὶ…
βέβακʼ ὄλβος, βέβακε Τροία τλάμων. ἐμῶν τʼ εὐγένεια παίδων. φεῦ φεῦ. φεῦ δῆτʼ ἐμῶν κακῶν. οἰκτρὰ τύχα πόλεος,…
μόλοις, ὦ πόσις, μοι — βοᾷς τὸν παρʼ Ἅιδᾳ παῖδʼ ἐμόν, ὦ μελέα. σᾶς δάμαρτος ἄλκαρ.
σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν, τέκνων δέσποθʼ ἁμῶν, πρεσβυγενὲς Πρίαμε, κοίμισαί μʼ ἐς Ἅιδου.
οἵδε πόθοι μεγάλοι σχετλία, τάδε πάσχομεν ἄλγη. οἰχομένας πόλεως ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται. δυσφροσύναισι θεῶν, ὅτε σὸς…
ὦ πατρίς, ὦ μελέα καταλειπομέναν σε δακρύω, νῦν τέλος οἰκτρὸν ὁρᾷς. καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην. ὦ τέκνʼ,…
ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει. ὦ μῆτερ ἀνδρός, ὅς…
ὦ μῆτερ, ὦ τεκοῦσα , κάλλιστον λόγον ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί. τὸ μὴ γενέσθαι τῷ θανεῖν…
σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν· ἀκήρατον δέ μʼ…
Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ, μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ. Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ…
ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον, θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών, ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ…
ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς μητρὸς μογερᾶς, βαῖνε πατρῴων πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι πνεῦμα μεθεῖναι ψῆφος…
μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών, νάσου περικύμονος οἰκήσας ἕδραν τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας πρῶτον ἔδειξε κλάδον…
ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν…
μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων, Λαομεδόντιε παῖ, Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν· ἁ δέ…
Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες οὐρανίδαισι μέλων, ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι κῆδος…
ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε, ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ…
Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι. ἀτὰρ…
εἶἑν. οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι· τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην ξένῳ, προδοῦσα…
ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος, ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις· τὰ μῶρα γὰρ πάντʼ ἐστὶν…
Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος, ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς…
οὕτω δὴ τὸν ἐν Ἰλίῳ ναὸν καὶ θυόεντα βω- μὸν προύδωκας Ἀχαιοῖς, ὦ Ζεῦ, καὶ πελάνων φλόγα σμύρνης…
φροῦδαί σοι θυσίαι χορῶν τʼ εὔφημοι κέλαδοι κατʼ ὄρ- φναν τε παννυχίδες θεῶν, χρυσέων τε ξοάνων τύποι Φρυγῶν…
ὦ φίλος ὦ πόσι μοι, σὺ μὲν φθίμενος ἀλαίνεις ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος ἀίσσον πτεροῖσι πορεύσει…
εἴθʼ ἀκάτου Μενέλα μέσον πέλαγος ἰούσας, δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι Αἰγαίου κεραυνοφαὲς πῦρ, Ἰλιόθεν ὅτε με…
ἰὼ ἰώ, καίνʼ ἐκ καινῶν μεταβάλλουσαι χθονὶ συντυχίαι. λεύσσετε Τρώων τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι νεκρόν, ὃν πύργων δίσκημα…
Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας· αὐτὸς δʼ ἀνῆκται…
θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ, λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί. ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,…
εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος, μακάριος ἦσθʼ ἄν, εἴ…
ἒ ἔ, φρενῶν ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ἂν ἀνάκτωρ πόλεως.
ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην, Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός. σύ…
αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα γαῖά σʼ ὦ τέκνον δέξεται. στέναζε, μᾶτερ, αἰαῖ. νεκρῶν ἴακχον. οἴμοι μοι . οἴμοι…
τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι, τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ· τὰ δʼ ἐν νεκροῖσι…
ἄρασσʼ ἄρασσε κρᾶτα πιτύλους διδοῦσα χειρός, ἰώ μοί μοι. ὦ φίλταται γυναῖκες Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι Τροία τε πόλεων ἔκκριτον μισουμένη, μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ…
ἰὼ ἰώ· μελέα μήτηρ, ἣ τὰς μεγάλας ἐλπίδας ἐν σοὶ κατέκναψε βίου. μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρων…
αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι, ὡς…
ὀττοτοτοτοτοῖ. Κρόνιε, πρύτανι Φρύγιε, γενέτα πάτερ, ἀνάξια τᾶς Δαρδάνου γονᾶς τάδʼ οἷα πάσχομεν δέδορκας; δέδορκεν, ἁ δὲ μεγαλόπολις…
ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων. ἓ ἕ. ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν. ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.…
ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα, ἓ ἕ. τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν. τάχʼ ἐς φίλαν…