Direct reading · Original
Book 40 · section 2
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
θαυμάζειν φάμενος εἰ τοσούτους ἠγωνισμένοι καὶ τηλικούτους ἀγῶνας οὐ μνημονεύουσιν ὅτι τῶν καταπονηθέντων οἱ καταπονήσαντες ἥδιον καθεύδουσιν, οὐδὲ ὁρῶσι τοῖς Περσῶν βίοις τοὺς ἑαυτῶν παραβάλλοντες, ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, βασιλικώτατον δὲ τὸ πονεῖν. καίτοι πῶς ἄν τις, ἔφη, διʼ ἑαυτοῦ θεραπεύσειεν ἵππον ἢ λόγχην ἀσκήσειεν ἢ κράνος, ἀπειθικὼς τοῦ φιλτάτου σώματος ἅπτεσθαι τὰς χεῖρας;