Direct reading · Original
Book 71 · section 4
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
τέλος δὲ συμφρονήσαντες ἐβάδιζον ἄνοπλοι καὶ μονοχίτωνες ἐπὶ τὴν σκηνήν, μετὰ βοῆς καὶ κλαυθμοῦ παραδιδόντες ἑαυτούς καὶ χρήσασθαι κελεύοντες ὡς κακοῖς καὶ ἀχαρίστοις. ὁ δʼ οὐ προσίετο, καίπερ ἤδη μαλασσόμενος. οἱ δʼ οὐκ ἀπέστησαν, ἀλλʼ ἡμέρας δύο καὶ νύκτας οὕτω προσεστῶτες καὶ ὀλοφυρόμενοι καὶ κοίρανον ἀνακαλοῦντες ἐκαρτέρησαν.