Direct reading · Original
Book 7 · section 109
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
διαβὰς δὲ τοῦ Λίσου ποταμοῦ τὸ ῥέεθρον ἀπεξηρασμένον πόλιας Ἑλληνίδας τάσδε παραμείβετο, Μαρώνειαν Δίκαιαν Ἄβδηρα. ταύτας τε δὴ παρεξήιε καὶ κατὰ ταύτας λίμνας ὀνομαστὰς τάσδε, Μαρωνείης μὲν μεταξὺ καὶ Στρύμης κειμένην Ἰσμαρίδα, κατὰ δὲ Δίκαιαν Βιστονίδα, ἐς τὴν ποταμοὶ δύο ἐσιεῖσι τὸ ὕδωρ, Τραῦός τε καὶ Κόμψαντος. κατὰ δὲ Ἄβδηρα λίμνην μὲν οὐδεμίαν ἐοῦσαν ὀνομαστὴν παραμείψατο Ξέρξης, ποταμὸν δὲ Νέστον ῥέοντα ἐς θάλασσαν. μετὰ δὲ ταύτας τὰς χώρας ἰὼν τὰς ἠπειρώτιδας πόλις παρήιε, τῶν ἐν μιῇ λίμνη ἐοῦσα τυγχάνει ὡσεὶ τριήκοντα σταδίων μάλιστά κῃ τὴν περίοδον, ἰχθυώδης τε καὶ κάρτα ἁλμυρή· ταύτην τὰ ὑποζύγια μοῦνα ἀρδόμενα ἀνεξήρηνε. τῇ δὲ πόλι ταύτῃ οὔνομα ἐστὶ Πίστυρος.