Direct reading · Original
Book 7 · section 185
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
τὸ δὲ δὴ ἐκ τῆς Εὐρώπης ἀγόμενον στράτευμα ἔτι προσλογιστέα τούτῳ παντὶ τῷ ἐξηριθμημένῳ· δόκησιν δὲ δεῖ λέγειν. νέας μέν νυν οἱ ἀπὸ Θρηίκης Ἕλληνες καὶ οἱ ἐκ τῶν νήσων τῶν ἐπικειμενέων τῇ Θρηίκῃ παρείχοντο εἴκοσι καὶ ἑκατόν· ἐκ μέν νυν τουτέων τῶν νεῶν ἄνδρες τετρακισχίλιοι καὶ δισμύριοι γίνονται. πεζοῦ δὲ τὸν Θρήικες παρείχοντο καὶ Παίονες καὶ Ἐορδοὶ καὶ Βοττιαῖοι καὶ τὸ Χαλκιδικὸν γένος καὶ Βρύγοι καὶ Πίερες καὶ Μακεδόνες καὶ Περραιβοὶ καὶ Ἐνιῆνες καὶ Δόλοπες καὶ Μάγνητες καὶ Ἀχαιοὶ καὶ ὅσοι τῆς Θρηίκης τὴν παραλίην νέμονται, τούτων τῶν ἐθνέων τριήκοντα μυριάδας δοκέω γενέσθαι.