Direct reading · Original
Book 9 · section 49
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ὃ μὲν ταῦτα εἴπας τε καὶ ἐπισχὼν χρόνον, ὥς οἱ οὐδεὶς οὐδὲν ὑπεκρίνατο, ἀπαλλάσσετο ὀπίσω, ἀπελθὼν δὲ ἐσήμαινε Μαρδονίῳ τὰ καταλαβόντα. ὁ δὲ περιχαρὴς γενόμενος καὶ ἐπαερθεὶς ψυχρῇ νίκῃ ἐπῆκε τὴν ἵππον ἐπὶ τοὺς Ἕλληνας. ὡς δὲ ἐπήλασαν οἱ ἱππόται, ἐσίνοντο πᾶσαν τὴν στρατιὴν τὴν Ἑλληνικὴν ἐσακοντίζοντές τε καὶ τοξεύοντες ὥστε ἱπποτοξόται τε ἐόντες καὶ προσφέρεσθαι ἄποροι· τήν τε κρήνην τὴν Γαργαφίην, ἀπʼ ἧς ὑδρεύετο πᾶν τὸ στράτευμα τὸ Ἑλληνικόν, συνετάραξαν καὶ συνέχωσαν.