Direct reading · Original
Book 9 · section 83
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ὑστέρῳ μέντοι χρόνῳ μετὰ ταῦτα καὶ τῶν Πλαταιέων εὗρον συχνοὶ θήκας χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ἄλλων χρημάτων. ἐφάνη δὲ καὶ τόδε ὕστερον τούτων ἐπὶ τῶν νεκρῶν περιψιλωθέντων τὰς σάρκας· συνεφόρεον γὰρ τὰ ὀστέα οἱ Πλαταιέες ἐς ἕνα χῶρον· εὑρέθη κεφαλὴ οὐκ ἔχουσα ῥαφὴν οὐδεμίαν ἀλλʼ ἐξ ἑνὸς ἐοῦσα ὀστέου, ἐφάνη δὲ καὶ γνάθος κατὰ τὸ ἄνω τῆς γνάθου ἔχουσα ὀδόντας μουνοφυέας ἐξ ἑνὸς ὀστέου πάντας τούς τε προσθίους καὶ γομφίους, καὶ πενταπήχεος ἀνδρὸς ὀστέα ἐφάνη.