Direct reading · Original
Book 9 · section 94
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
τὰ μὲν χρηστήρια ταῦτά σφι ἐχρήσθη, οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιησάμενοι προέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι. οἳ δέ σφι διέπρηξαν ὧδε· κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο, ἐς ὃ κατέβαινον συλλυπεύμενοι τῷ πάθεϊ· ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι δώσειν τῶν ἐποίησαν. ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τις οἱ δοίη ἀγρούς, τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ, καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι· τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι, καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην.