Direct reading · Original
Book 4 · section 23
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων χώρης ἐστὶ ἡ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος, τὸ δʼ ἀπὸ τούτου λιθώδης τʼ ἐστὶ καὶ τρηχέα. διεξελθόντι δὲ καὶ τῆς τρηχέης χώρης πολλὸν οἰκέουσι ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες φαλακροὶ ἐκ γενετῆς γινόμενοι, καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως, καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα, φωνὴν δὲ ἰδίην ἱέντες, ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ, ζῶντες δὲ ἀπὸ δενδρέων. ποντικὸν μὲν οὔνομα τῷ δενδρέῳ ἀπʼ οὗ ζῶσι, μέγαθος δὲ κατὰ συκέην μάλιστά κῃ. καρπὸν δὲ φορέει κυάμῳ ἴσον, πυρῆνα δὲ ἔχει.