Direct reading · Original
Book 6 · section 70
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ἣ μὲν δὴ ταῦτα ἔλεγε, ὁ δὲ πυθόμενός τε τὰ ἐβούλετο καὶ ἐπόδια λαβὼν ἐπορεύετο ἐς Ἦλιν, τῷ λόγῳ φὰς ὡς ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ πορεύεται. Λακεδαιμόνιοι δὲ ὑποτοπηθέντες Δημάρητον δρησμῷ ἐπιχειρέειν ἐδίωκον. καί κως ἔφθη ἐς Ζάκυνθον διαβὰς ὁ Δημάρητος ἐκ τῆς Ἤλιδος· ἐπιδιαβάντες δὲ οἱ Λακεδαιμόνιοι αὐτοῦ τε ἅπτοντο καὶ τοὺς θεράποντας αὐτοῦ ἀπαιρέονται. μετὰ δέ, οὐ γὰρ ἐξεδίδοσαν αὐτὸν οἱ Ζακύνθιοι, ἐνθεῦτεν διαβαίνει ἐς τὴν Ἀσίην παρὰ βασιλέα Δαρεῖον. ὁ δὲ ὑπεδέξατό τε αὐτὸν μεγαλωστὶ καὶ γῆν τε καὶ πόλιας ἔδωκε.