Direct reading · Original
Book 9 · lines 360–374
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
360ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
361τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.
362αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
363καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·
364Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
365ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
366Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι
367μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.
368ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
369Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
370τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.
371ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
372κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
373ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος
374ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.