Direct reading · Original
Book 9 · lines 161–175
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
161ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
162ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
163οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
164ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
165ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
166Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
167καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
168ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
169δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
170ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
171καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
172ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
173αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
174ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
175ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,