Direct reading · Original
Section 160
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
καὶ ἔγωγ’ ἄν, εἰ σὺ εἴην καί με διαφεύγοι ὁ λόγος, ἔνορκον ἂν ποιησαίμην ὥσπερ Ἀργεῖοι , μὴ πρότερον κομήσειν, πρὶν ἂν νικήσω ἀναμαχόμενος τὸν Σιμμίου τε καὶ κέβητος λόγον. ἀλλ᾽, ἦν δ’ ἐγώ, πρὸς δύο λέγεται οὐδ’ ὁ Ἡρακλῆς οἷός τε εἶναι. ἀλλὰ καὶ ἐμέ, ἔφη, τὸν Ἰόλεων παρακάλει, ἕως ἔτι φῶς ἐστιν. παρακαλῶ τοίνυν, ἔφην, οὐχ ὡς Ἡρακλῆς , ἀλλ’ ὡς Ἰόλεως τὸν Ἡρακλῆ . οὐδὲν διοίσει, ἔφη. ἀλλὰ πρῶτον εὐλαβηθῶμέν τι πάθος μὴ πάθωμεν. τὸ ποῖον; ἦν δ’ ἐγώ.