Direct reading · Original
Section 85
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
τί δέ; αὐτὰ τὰ ἴσα ἔστιν ὅτε ἄνισά σοι ἐφάνη, ἢ ἡ ἰσότης ἀνισότης; οὐδεπώποτέ γε, ὦ Σώκρατες . οὐ ταὐτὸν ἄρα ἐστίν, ἦ δ’ ὅς, ταῦτά τε τὰ ἴσα καὶ αὐτὸ τὸ ἴσον. οὐδαμῶς μοι φαίνεται, ὦ Σώκρατες . ἀλλὰ μὴν ἐκ τούτων γ᾽, ἔφη, τῶν ἴσων, ἑτέρων ὄντων ἐκείνου τοῦ ἴσου, ὅμως αὐτοῦ τὴν ἐπιστήμην ἐννενόηκάς τε καὶ εἴληφας; ἀληθέστατα, ἔφη, λέγεις. οὐκοῦν ἢ ὁμοίου ὄντος τούτοις ἢ ἀνομοίου; πάνυ γε. διαφέρει δέ γε, ἦ δ’ ὅς, οὐδέν· ἕως ἂν ἄλλο ἰδὼν ἀπὸ