Direct reading · Original
Section 112
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ΣΩ. βουλοίμην μὲν ἂν ἔγωγε οὐδέτερα· εἰ δʼ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν. ΠΩΛ. σὺ ἄρα τυραννεῖν οὐκ ἂν δέξαιο; ΣΩ. οὔκ, εἰ τὸ τυραννεῖν γε λέγεις ὅπερ ἐγώ. ΠΩΛ. ἀλλʼ ἔγωγε τοῦτο λέγω ὅπερ ἄρτι, ἐξεῖναι ἐν τῇ πόλει, ὃ ἂν δοκῇ αὐτῷ, ποιεῖν τοῦτο, καὶ ἀποκτεινύντι καὶ ἐκβάλλοντι καὶ πάντα πράττοντι κατὰ τὴν αὐτοῦ δόξαν. ΣΩ. ὦ μακάριε, ἐμοῦ δὴ λέγοντος τῷ λόγῳ ἐπιλαβοῦ.