Direct reading · Original
Section 16
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
δίκαιοι; ΜΕΝ. ναί. ΣΩ. πάντες ἄρʼ ἄνθρωποι τῷ αὐτῷ τρόπῳ ἀγαθοί εἰσιν· τῶν αὐτῶν γὰρ τυχόντες ἀγαθοὶ γίγνονται. ΜΕΝ. ἔοικε. ΣΩ. οὐκ ἂν δήπου, εἴ γε μὴ ἡ αὐτὴ ἀρετὴ ἦν αὐτῶν, τῷ αὐτῷ ἂν τρόπῳ ἀγαθοὶ ἦσαν. ΜΕΝ. οὐ δῆτα. ΣΩ. ἐπειδὴ τοίνυν ἡ αὐτὴ ἀρετὴ πάντων ἐστίν, πειρῶ εἰπεῖν καὶ ἀναμνησθῆναι τί αὐτό φησι Γοργίας εἶναι καὶ σὺ μετʼ ἐκείνου. ΜΕΝ. τί ἄλλο γʼ ἢ ἄρχειν οἷόν τʼ εἶναι τῶν ἀνθρώπων;