Direct reading · Original
Section 25
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ΜΕΝ. μή, ἀλλὰ σύ, ὦ Σώκρατες, εἰπέ. ΣΩ. βούλει σοι χαρίσωμαι; ΜΕΝ. πάνυ γε. ΣΩ. ἐθελήσεις οὖν καὶ σὺ ἐμοὶ εἰπεῖν περὶ τῆς ἀρετῆς; ΜΕΝ. ἔγωγε. ΣΩ. προθυμητέον τοίνυν· ἄξιον γάρ. ΜΕΝ. πάνυ μὲν οὖν. ΣΩ. φέρε δή, πειρώμεθά σοι εἰπεῖν τί ἐστιν σχῆμα. σκόπει οὖν εἰ τόδε ἀποδέχῃ αὐτὸ εἶναι· ἔστω γὰρ δὴ ἡμῖν τοῦτο σχῆμα, ὃ μόνον τῶν ὄντων τυγχάνει χρώματι ἀεὶ ἑπόμενον. ἱκανῶς σοι, ἢ ἄλλως πως ζητεῖς; ἐγὼ γὰρ κἂν