Direct reading · Original
Section 71
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ᾤετʼ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει. ΜΕΝ. ἔοικεν. ΣΩ. οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι; ΜΕΝ. οὔ μοι δοκεῖ, ὦ Σώκρατες. ΣΩ. ὤνητο ἄρα ναρκήσας; ΜΕΝ. δοκεῖ μοι. ΣΩ. σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετʼ ἐμοῦ, οὐδὲν ἀλλʼ ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδάσκοντος·