Direct reading · Original
Section 74
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
τινὰ τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων; ΠΑΙ. ναί. ΣΩ. οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον; ΠΑΙ. γίγνονται γάρ. ΣΩ. σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον; ΠΑΙ. οὐ μανθάνω. ΣΩ. οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ; ΠΑΙ. ναί. ΣΩ. πόσα οὖν τηλικαῦτα ἐν τούτῳ ἔνεστιν; ΠΑΙ. τέτταρα. ΣΩ. πόσα δὲ ἐν τῷδε; ΠΑΙ. δύο. ΣΩ. τὰ δὲ τέτταρα τοῖν δυοῖν τί ἐστιν; ΠΑΙ. διπλάσια. ΣΩ. τόδε οὖν