Direct reading · Original
Section 88
Passage 1 of 1 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
ἀρετῇ γʼ ἐσμὲν ἀγαθοί; ΜΕΝ. ναί. ΣΩ. εἰ δὲ ἀγαθοί, ὠφέλιμοι· πάντα γὰρ τἀγαθὰ ὠφέλιμα. οὐχί; ΜΕΝ. ναί. ΣΩ. καὶ ἡ ἀρετὴ δὴ ὠφέλιμόν ἐστιν; ΜΕΝ. ἀνάγκη ἐκ τῶν ὡμολογημένων. ΣΩ. σκεψώμεθα δὴ καθʼ ἕκαστον ἀναλαμβάνοντες ποῖά ἐστιν ἃ ἡμᾶς ὠφελεῖ. ὑγίεια, φαμέν, καὶ ἰσχὺς καὶ κάλλος καὶ πλοῦτος δή· ταῦτα λέγομεν καὶ τὰ τοιαῦτα ὠφέλιμα. οὐχί; ΜΕΝ. ναί.