Step 1 of 6 · Read it through once
Book 9 · lines 453–467
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
453τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς
454πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,
455μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
456ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς
457Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
458ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς
459πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
460ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
461αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
462πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
463ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
464εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
465πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
466εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·
467οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη