Step 1 of 6 · Read it through once
Book 11 · lines 84–98
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
84τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·
85ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
86οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας
87τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,
88σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
89τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
90κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων
91πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν
92αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
93ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·
94τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
95νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
96ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ
97ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
98καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων