Step 1 of 6 · Read it through once
Book 11 · lines 531–545
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
531ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
532μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες
533ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
534στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων
535νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
536ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
537αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον
538ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν
539ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.
540αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
541ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
542Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.
543Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·
544στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
545τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς