Step 1 of 6 · Read it through once
Book 12 · lines 153–168
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
153οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
154βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων
155νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,
156ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
157ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·
158ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
159ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν
160βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
161δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
162Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·
163Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
164πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς
165σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
166οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
167οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
168οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες