Step 1 of 6 · Read it through once
Book 2 · lines 188–202
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
188ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
189τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
190δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
191ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·
192οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·
193νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.
194ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
195μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·
196θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
197τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.
198ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,
199τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·
200δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
201οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις
202οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·