Step 1 of 6 · Read it through once
Book 14 · lines 154–169
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
154Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
155στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω
156τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
157αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
158Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
159ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
160μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη
161ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·
162ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
163ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
164εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
165ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε
166χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
167βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
168Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
169κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·