Step 1 of 6 · Read it through once
Book 2 · lines 224–239
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
224αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·
225Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
226πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
227εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
228πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.
229ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει
230Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
231ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
232ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,
233ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν
234ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
235ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ
236οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν
237αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται
238ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·
239ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα