Step 1 of 6 · Read it through once
Book 2 · lines 265–279
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
265ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
266πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·
267σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
268σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,
269ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
270οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·
271ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
272ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
273βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·
274νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
275ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.
276οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
277νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
278ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς
279ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη