Step 1 of 6 · Read it through once
Book 15 · lines 281–296
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
281τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
282τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
283Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
284ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
285νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·
286ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
287ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,
288οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
289Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
290χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.
291ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
292Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,
293ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε
294Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
295ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
296πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·