Step 1 of 6 · Read it through once
Book 2 · lines 301–315
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
301εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες
302μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·
303χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
304ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
305ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
306ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
307καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·
308ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς
309σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
310βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
311ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,
312ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
313ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·
314ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·
315μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·