Step 1 of 6 · Read it through once
Book 2 · lines 336–350
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
336τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·
337ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
338νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
339πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
340ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν
341σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·
342αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος
343εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.
344Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
345ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
346τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν
347νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·
348πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
349γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
350φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα