Step 1 of 6 · Read it through once
Book 16 · lines 750–765
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
750ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
751οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
752ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·
753ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
754Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.
755τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,
756ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
757ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
758ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
759Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
760ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
761Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·
762Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι
763Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
764ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν
765οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην