Step 1 of 6 · Read it through once
Book 2 · lines 459–474
Passage 1 of 4 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
459τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
460χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
461Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
462ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
463κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,
464ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
465ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
466σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
467ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
468μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
469ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
470αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
471ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
472τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
473ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
474τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες