Step 1 of 6 · Read it through once
Book 2 · lines 546–561
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
546οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
547δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
548θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
549κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
550ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
551κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
552τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.
553τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ
554κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·
555Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·
556τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
557Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
558στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.
559οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
560Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,
561Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,