Step 1 of 6 · Read it through once
Book 2 · lines 581–596
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
581οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
582Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
583Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
584οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,
585οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,
586τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
587ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·
588ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
589ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ
590τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
591οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
592καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
593καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
594καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι
595ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
596Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·