Step 1 of 6 · Read it through once
Book 20 · lines 30–45
Passage 1 of 2 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
30ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.
31βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·
32Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
33ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης
34Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·
35Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
36χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
37ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ
38Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα
39Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.
40εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
41τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς
42ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·
43Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
44δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα
45τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.