Step 1 of 6 · Read it through once
Book 2 · lines 653–668
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
653Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
654ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
655οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
656Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
657τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
658ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
659τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
660πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
661Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
662αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
663ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
664αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας
665βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι
666υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
667αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
668τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν