Step 1 of 6 · Read it through once
Book 2 · lines 695–710
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
695οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
696Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,
697ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
698τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
699ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
700τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
701καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ
702νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
703οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·
704ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
705Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
706αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
707ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων
708ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ
709δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·
710τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.