Step 1 of 6 · Read it through once
Book 2 · lines 734–749
Passage 1 of 3 · Section metadata unavailable
Find a section
Choose a paragraph to open its bounded reader passage.
Current position: Loading section metadata…
Find a section
Choose a paragraph to open its bounded reader passage.
Loading source sections…
734οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
735οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
736τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
737τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
738οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
739Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,
740τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
741υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
742τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
743ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
744τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
745οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
746υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
747τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
748Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
749τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ